Бесплатная библиотека
Читайте книгу на сайте или телефоне
READ-E-BOOK » Прочая религиозная литература » Ветхий Завет [Септуагинта] (на древнегреческом)
Ветхий Завет [Септуагинта] (на древнегреческом) - Читать Любимую Русскую Полную Книгу 👉 Read-E-Book.com

Ветхий Завет [Септуагинта] (на древнегреческом)

Электронная книга - «Ветхий Завет [Септуагинта] (на древнегреческом)». Краткое содержание книги:

Для правильного отображения диакритических знаков, на устройстве нужно установить шрифт, поддерживающий их. К примеру, шрифт Arial Unicode MS или New Athena Unicode.
1 ... 321 322 323 324 325 326 327 328 329 ... 931
Перейти на страницу:
�ρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ’ αὐτοῦ, ἕως ἀπέθανεν Σαλωμων. 27 καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμων, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων Ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακιμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 28 καὶ Σουσακιμ ἔδωκεν τῷ Ιεροβοαμ τὴν Ανω ἀδελφὴν Θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκεν τῷ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτοῦ. 29 καὶ εἶπεν Ιεροβοαμ πρὸς Σουσακιμ Ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εφραιμ· καὶ ᾠκοδόμησεν Ιεροβοαμ ἐκεῖ χάρακα. 30 Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα· καὶ ἐπορεύθη Ιεροβοαμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ανω τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 31 καὶ ἄνθρωπος ἦν ἐν Σηλω καὶ ὄνομα αὐτῷ Αχια, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα κυρίου μετ’ αὐτοῦ. καὶ εἶπεν Ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. 32 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Αχια· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν. 24 k καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται, καὶ ἐγένετο εἰσελθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἶπεν Αχια τῷ παιδαρίῳ αὐτοῦ Ἔξελθε δὴ εἰς ἀπαντὴν Ανω τῇ γυναικὶ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ Εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει κύριος Σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ. 25 καὶ εἰσῆλθεν Ανω πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ, καὶ εἶπεν αὐτῇ Αχια Ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει κύριος Ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ’ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέθνηκεν. 26 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ιεροβοαμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόψονται Οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου. 27 καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσεν, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρα, καὶ τὸ παιδάριον ἀπέθανεν, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. 28 Καὶ ἐπορεύθη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ισραηλ, καὶ ἀνέβη ἐκεῖ Ροβοαμ υἱὸς Σαλωμων. καὶ λόγος κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων Λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος Λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ιεροβοαμ· καὶ εἶπεν Σαμαιας Τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ισραηλ. 29 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ροβοαμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα. 30 καὶ εἶπεν Ροβοαμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ’ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν, καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ Οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός. 25 καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ Οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις. 26 καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια. 27 καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι· εἰς τὰ σκηνώματά σου, Ισραηλ, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 28 καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικιμων, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ιερουσαλημ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν. – 24 x καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα. 25 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων Εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ισραηλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ’ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. 26 καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα κυρίου. 25 Καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ. 26 καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυιδ· 27 ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίας ἐν οἴκῳ κυρίου εἰς Ιερουσαλημ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοαμ βασιλέα Ιουδα, καὶ ἀποκτενοῦσίν με. 28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ· ἰδοὺ θεοί σου, Ισραηλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν. 30 καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δαν. 31 καὶ ἐποίησεν οἴκους ἐφ’ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευι. 32 καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθηλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησεν. 33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

1 ... 321 322 323 324 325 326 327 328 329 ... 931
Перейти на страницу:
0
Сюжет
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
0
Атмосфера
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
0
Главный герой
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
0
Общее впечатление
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
Итоговая оценка: 0.0 из 10 (голосов: 0 / История оценок)