Бесплатная библиотека
Читайте книгу на сайте или телефоне
READ-E-BOOK » Прочая религиозная литература » Ветхий Завет [Септуагинта] (на древнегреческом)
Ветхий Завет [Септуагинта] (на древнегреческом) - Читать Любимую Русскую Полную Книгу 👉 Read-E-Book.com

Ветхий Завет [Септуагинта] (на древнегреческом)

Электронная книга - «Ветхий Завет [Септуагинта] (на древнегреческом)». Краткое содержание книги:

Для правильного отображения диакритических знаков, на устройстве нужно установить шрифт, поддерживающий их. К примеру, шрифт Arial Unicode MS или New Athena Unicode.
1 ... 195 196 197 198 199 200 201 202 203 ... 931
Перейти на страницу:

Κεφάλαιο 22

Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση 2 καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωϋσῆς ὁ παῖς κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. 3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν. 4 νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωϋσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου. 5 ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωϋσῆς ὁ παῖς κυρίου, ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 6 καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν. – 7 καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἔδωκεν Μωϋσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς, 8 καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν, καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν. 9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γῆν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ. 10 καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου, ἥ ἐστιν ἐν γῇ Χανααν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν. 11 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων Ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ’ ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ. 12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς. 13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς Μανασση εἰς γῆν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἀρχιερέως 14 καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ισραηλ· ἄρχοντες οἴκων πατριῶν εἰσιν, χιλίαρχοι Ισραηλ. 15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες 16 Τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου Τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ, ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου; 17 μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογωρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου. 18 καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή. 19 καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν. 20 οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς μόνος ἦν· μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ; 21 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ισραηλ λέγοντες 22 Ὁ θεὸς θεός ἐστιν κύριος, καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν, καὶ Ισραηλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ· 23 καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου, κύριος ἐκζητήσει. 24 ἀλλ’ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν Τί ὑμῖν κυρίῳ τῷ θεῷ Ισραηλ; 25 καὶ ὅρια ἔθηκεν κύριος ἀ

1 ... 195 196 197 198 199 200 201 202 203 ... 931
Перейти на страницу:
0
Сюжет
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
0
Атмосфера
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
0
Главный герой
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
0
Общее впечатление
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
Итоговая оценка: 0.0 из 10 (голосов: 0 / История оценок)